Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.377 Joseph. AJ 7.382 (English) >>Joseph. AJ 7.385

7.380

Ἐπὶ τούτοις ἥσθη τε λαὸς ἅπας καὶ Δαυίδης τὴν σπουδὴν καὶ τὴν φιλοτιμίαν τῶν ἀρχόντων καὶ ἱερέων καὶ τῶν ἄλλων ἁπάντων ὁρῶν τὸν θεὸν εὐλογεῖν ἤρξατο μεγάλῃ βοῇ πατέρα τε καὶ γένεσιν τῶν ὅλων ἀποκαλῶν καὶ δημιουργὸν ἀνθρωπίνων καὶ θείων, οἷς αὑτὸν ἐκόσμησε, προστάτην τε καὶ κηδεμόνα γένους τῶν Ἑβραίων καὶ τῆς τούτων εὐδαιμονίας ἧς τε αὐτῷ βασιλείας ἔδωκεν. 7.381ἐπὶ τούτοις εὐξάμενος τῷ τε παντὶ λαῷ τὰ ἀγαθὰ καὶ τῷ παιδὶ Σολόμωνι διάνοιαν ὑγιῆ καὶ δικαίαν καὶ πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσιν ἐρρωμένην ἐκέλευσε καὶ τὸ πλῆθος εὐλογεῖν τὸν θεόν. καὶ οἱ μὲν πεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν, εὐχαρίστησαν δὲ καὶ Δαυίδῃ περὶ πάντων ὧν αὐτοῦ τὴν βασιλείαν παραλαβόντος ἀπέλαυσαν. 7.382τῇ δʼ ἐπιούσῃ θυσίας τῷ θεῷ παρέστησαν μόσχους χιλίους καὶ κριοὺς τοσούτους καὶ χιλίους ἀμνούς, οὓς ὡλοκαύτωσαν· ἔθυσαν δὲ καὶ τὰς εἰρηνικὰς θυσίας πολλὰς μυριάδας ἱερείων κατασφάξαντες. καὶ διʼ ὅλης τῆς ἡμέρας ἑώρτασεν βασιλεὺς σὺν παντὶ τῷ λαῷ, καὶ Σολόμωνα δεύτερον ἔχρισαν τῷ ἐλαίῳ καὶ ἀπέδειξαν αὐτὸν βασιλέα καὶ Σάδωκον ἀρχιερέα τῆς πληθύος ἁπάσης. εἴς τε τὸ βασίλειον ἀγαγόντες Σολόμωνα καὶ καθίσαντες αὐτὸν ἐπὶ θρόνου τοῦ πατρῴου ἀπʼ ἐκείνης τῆς ἡμέρας ὑπήκουον αὐτῷ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.377 Joseph. AJ 7.382 (English) >>Joseph. AJ 7.385

Powered by PhiloLogic